Ancient Greek · ~3 min
Letter 143
Libanius, Epistulae 1-839 143
Not analysed yet
Πείθομαι μὴ πολλὰ εἷναί σοι τὰ πράγματα, οὐ γὰρ ἂν πολλῆς ἀπήλαυες εἰς τὸ ἐπιστέλλειν σχολῆς· ὡς τό γε κάλλος τῆς ἐπιστολῆς οὐκ ἄρχοντος ἐπιόντος πόλεις, ἀλλ’ ἀνδρὸς ἐρ- γαζομένου λόγους. εἰ δὲ ψεῦδος μὲν ἐκεῖνο καὶ πολλὰ τὰ πράγματα, σὺ δὲ ἀρκεῖς ἀμφοτέροις. τῶν Μουσῶν τις ἔοικέ σοι συνοικεῖν μετὰ τῆς Δίκης γαῖ συλλαμβάνειν πῆ μὲν ἐκεί- νην, πῆ δὲ ταύτην. ζητῶν δὲ ἢ τὸν Ἀβάριδος ὀιστὸν ἢ τὴν Ὀρφέως κιθάραν μήτε τὴν κιθάραν ζήτει, τῇ γλώττῃ γὰρ τὰ ταύτης ἰσχύεις, μήτε τὸν ὀιστόν, ἐπειδήπερ ἔχεις τὴν κιθάραν. ἡ πενία κοινὸν νῦν ἀνθρώποις, ὥστε οὐ πρὸς εὐπόρους ὑπὲρ ἀπόρων ἐπιστέλλεις, ἀλλ’ εἰ καὶ ἡμῶν ἦρχες, ταῦτ’ ἂν ὠδύρου· ἀπόλοιο δῆτ’. ὦ πόλεμε, πολλῶν οὕνεκα, ὃς τοὺς Καλλίας ὀξέως Ἴρους ποιεῖς.