Ancient Greek · ~3 min
Letter 155
Libanius, Epistulae 1-839 155
Not analysed yet
Ἤιδειν, ὅτι καὶ ταῦτα ποιήσεις, ἃ νῦν ποιεῖς, καὶ ὡς ἐπιστελεῖς οὐ κακῶς. ἥ τε γάρ σου χρηστότης διεφαίνετο πά- λαι καὶ ἐπιστέλλειν ἐμάνθανες. ἥκοντος δὲ τοῦ καιροῦ καὶ ἔρ- γῶν καὶ λόγων πῶς ἔμελλες ἢ σιγῇ χρήσασθαι πρὸς ἡμᾶς ἢ ῥᾳ- θυμίᾳ; τούτοις τε οὗν ἔμμενε καὶ μὴ τῶν τοῦ καλοῦ Κλεο- βούλου περὶ σὲ πόνων ἀμνημόνει, ὡς ἐγὼ μέν σε κινοῦντα πτέρυγας ἤδη παραλαβὼν ὠφέλουν, ὁ δέ σοι Φοῖνιξ γεγένη- ται. καὶ τοῦτο δὲ αὐτό σοι τὸ τὰ τοῦ Φοίνικος εἰδέναι παρὰ τοῦ Κλεοβούλου. ὅν, ἢν μὲν δυνηθῇς, ἀντευποίει, πρὸ δὲ τῆς δυνάμεως εὔχου δύναμιν εῖς τὸ ποιῆσαι λαβεῖν.