Ancient Greek · ~2 min
Letter 156
Libanius, Epistulae 1-839 156
Not analysed yet
Αὐξέντιος οὑτοσὶ φοιτητὴς μὲν οὐκ ἔστιν ἐμός, πολλῷ 15 δὲ πολλῶν φοιτητῶν εὐνούστερος συναλγήσας τε ἡμῖν ἐν τοῖς χείροσι καὶ συνησθεὶς ἐπὶ τοῖς ἀμείνοσιν. οἶσθα δέ, ὅτι παρ’ ἡμῶν ἐξιόντι τὸν νεανίσκον ἐπιδείξας ἥξειν τε αὐτὸν ἔφην εἰς Φοινίκην αὐτίκα καὶ τῶν σῶν φίλων ἠξίουν ἔνα νο- μισθῆναι, σὺ δὲ ἔνευσας. ἥκει δὴ καὶ πλήρου τὰς ὑπο- σχέσεις παρόντα μὲν ἡδέως ὁρῶν, ἐκπέμπων δὲ μετὰ σῶν γραμμάτων. εἰ μὲν γὰρ ἦν Φοῖνιξ, ἔργον ἂν σὲ ἀπῃτοῦμεν· νῦν δέ, ἐκ γὰρ τῆς ὁμόρου χώρας ἁνήρ, αὐτὸς ἔργον ἀπαίτει τὸν χρηστὸν Ὑπάτιον ἐν ἐπιστολαῖς.