Ancient Greek · ~2 min
Letter 157
Libanius, Epistulae 1-839 157
Not analysed yet
Εἰ τοῖς τε ἐπαινοῦσί με χαίρεις καὶ τοὺς ἐμὲ φιλοῦντας οἴει δεῖν φιλεῖν, οὐκ ἂν φθάνοις ἕνα τῶν σαυτοῦ φίλων Αὐ- ξέντιον τιθείς. κινδύνους τε γὰρ ἐμοὶ κίνδυνον λύων ὑπομεί- νειεν ἂν ἡδονή τε αὐτῷ καλόν τι περὶ ἐμοῦ πρὸς ἄλλον εἰπεῖν ἥ τε πρᾳότης καὶ τὸ ἡσυχάζον τῆς γνώμης ἄξια τιμῆσαι. ταῦτ’ οὖν ἐμοῦ ψηφιζομένου θαυμάσαιμ’ ἄν, εἰ τὴν ἐναν- τίαν οἴσεις· τὴν αὐτὴν δὲ φέρων οὐκ ἄδηλον ὅτι, κἄν του δέηται μετρίου, δώσεις τὴν χάριν.