Ancient Greek
Letter 172
Libanius, Epistulae 1-839 172
Not analysed yet
Ἀλλ’ ἡμεῖς σε τάττομεν ἐν τοῖς Μουσικοῖς χοροῖς, ἐπεὶ καὶ αὐτὸ τοῦτο παιδείας μέρος τὸ τοὺς πεπαιδευμένους θαυ- μάζειν εἰδέναι. τῆς δὲ τοῦ παιδὸς εἵνεκα φύσεως τοῖς θεοῖς ὁμολόγει χάριν, καὶ γὰρ ἀγχίνους καὶ μνήμων καὶ τῶν βου- λομένων μανθάνειν ἥ τε φωνὴ χρόνῳ πρὸς τὸ κάλλιστον ἥξει, δηλοῖ γάρ. ἀλλὰ μὴν ὅ γε παιδαγωγὸς πατρὸς οὐ χείρων κατὰ τὴν εὔνοιαν. ᾧ κἂν ὅτι πλεῖστα δῷς, μικρὰ ἴσῃ. τὸ δ’ ἡμέτερον πρὸς τοὺς φοιτῶντας ὁποῖον, ἐγγὺς ὁ φράσων ὁ σὸς συγγενής τε καὶ ἄρχων. εἰ δὴ ὅλως ἐγώ, πρό- θυμός τις πρὸς ὑμᾶς.