Ancient Greek · ~6 min
Letter 173
Libanius, Epistulae 1-839 173
Not analysed yet
Τὸ δὲ σὲ τοσούτοις κεκυκλωμένον πράγμασι καὶ νυττό- μενον ταῖς περὶ τοῦ πολέμου φροντίσιν ὅπως ἡμῖν φοιτητὴς προσγενήσεται· σκοπεῖν καὶ μηδεμίαν ἀσχολίαν ἀξιοῦν εἶναι τηλικαύτην, ἥ σε τοῦ τὰ ἡμέτερα θεραπεύειν ἀποστήσει, τίνα ἔτι θαυμάζειν ἀφήσει τῶν παρὰ τοῖς ποιηταῖς ἐπὶ φιλίᾳ βε- βοημένων; ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ἀφ’ οὗπερ ἧκον, οὐ διέλιπε βάλλων· εἰ δὲ οὐκ ἐπήγνυτο τὰ βέλη, ἀλλ’ ἦν τὸ τοῦ Αἴαντος σῶμα κρεῖττόν τοῦ σιδήρου, χάρις Ἡρακλεῖ καὶ τῷ τοῦ Πόντος δέρματι. αἰσχυνόμενος οὖν οὗτος ὁ τοξότης, ὅτι τοῖς σοῖς ἐπὶ τὸν οὐκ ἀδικοῦντα ἐχρῆτο, ζητῶν ἀμυνομέ- νου σχῆμα πλάσας αἰτίαν ἐγκαλεῖ βοὴν τινα ἐμὴν ἐπὶ τῇ κεί- νου πρὸς τὸν Ἑρμογένην εἰσόδῳ. τὸν δὲ ἐμὸν οἶσθα σὺ περὶ ταῦτα τρόπον, καὶ εἴ τι τῶν τοιούτων ἐμὲ δύναται δάκνειν. σκῆψις ταῦτα, ὦ γενναῖε, τὸ δ’ ἀληθές, ἔταξεν αὑτὸν ἑτέρωθι, τὴν τάξιν δὲ ἐπαινεῖν οὐκ ἔχων τοῦ μὴ γενέσθαι μετ’ ἐμοῦ τὴν αἰτίαν ἀποδιδοὺς κακῷ τὸ κακὸν ἰᾶται. ἐγὼ δὲ οὕτως εἰμὶ πρᾷος καὶ οὐκ ἐψεύσω, ὥστ’ αὐτῷ τὸν μὲν ἕτερον τῶν υἱέων ἐπένθησα, τὸν δὲ ὄντα, καὶ εἴη γε, Ζεῦ σῶτερ, τά τε ἄλλα φιλανθρώπως ὁρῶ καὶ πρὸς τὰς ἐπιδείξεις τῶν λόγων μόνον τῶν ἐκεῖθεν καλῶ καίτοι γε ὑπ’ ἀμφοῖν ὑβρισμένος, εἰ δὲ βούλει, παρὰ τοῦ πατρός. τοῦτον γὰρ ὁ σοφὸς Θεό- δοτος ἔχοντος μὲν τὴν ἀρχὴν Στρατηγίου κοινωνὸν ποιεῖ, καὶ τουτὶ ἤνεγκα, πῶς οἴει; μεμφομένου τοῦ θείου· λήξαντος τῆς ἀρχῆς πάλιν ἐκείνου μόνου ποιεῖ. καὶ τοιοῦτος εἰς ἡμᾶς φανεὶς ὅτι μὴ στεφανοῦται παρ’ ἡμῶν, ἀγανακτεῖ. ἀλλὰ καὶ τοῦτό γε, ἢν κελεύῃς, ποιήσομεν ἐκεῖνον μὲν εἰδότες, σοὶ δὲ ἀπειθεῖν οὐ τολμῶντες.