Ancient Greek · ~2 min
Letter 260
Libanius, Epistulae 1-839 260
Not analysed yet
Οὔτ᾿ ἀληθῆ γράφεις οὔθ’ ἡμῖν κεχαρισμένα, ὃς τοσοῦ- τον ἡμῖν προσεπάλαισας χρόνον. παρ’ ἡμῖν δὲ εἰ μέν τι κεῖ- τᾶι χρηστόν, οὐκ οἶδα, τῶν δὲ ὄντων ἀπολαῦσαι πρόκειται τοῖς ἐθέλουσι μᾶλλον ἢ κρηνῶν. καὶ τῶν νέων οὗτος φιλεῖται πλέον ὅστις αἴτιος μοι πλείω πονεῖν. Φιλόπατρις δὲ εἰ πεί- σειεν αὑτὸν κτῆμα καλὸν εἶναι τοὺς λόγους, ἥξει φέρων ὑμῖν ἐφ’ οἷς ἡδίω σε ποιήσει. σὺ μέντοι με ἤδη πεποίηκας ἡδίω τὸν ἄρχοντα φάσκων εἶναι τοῦτο ὃ καλεῖται. καὶ ἔχω χάριν Εὐθηρίῳ μέν, ὅτι ἐστὶν ἀγαθός, σοὶ δέ, ὅτι τοιαῦτα περὶ Εὐ- θηρίου μηνύεις.