Ancient Greek · ~2 min
Letter 261
Libanius, Epistulae 1-839 261
Not analysed yet
Σὺ μὲν ἃ πατέρα εἰκὸς ἐπέσταλκας, ἐγὼ δὲ οὐδὲν βελ- τίων ὑπὸ τῆς ἐπιστολῆς γεγένημαι. ἃ γὰρ ἂν ἄλλος ἐπὶ τοῖς γράμμασιν ἔπραττε, ταῦτ’ ἐποίουν ἐγὼ πρὶν ἥκειν τὰ γράμμα- τα. ὅστις δὲ ἁπάσῃ τῇ ῥώμῃ χρώμενος εἶτα παρακαλεῖται, τὸ χαρίσασθαι τοῖς παρακαλοῦσιν οὐκ ἔχει. μεμνημένος δὲ ἀμοιβῶν ζήτει καὶ τὰς ἐμοὶ πρεπούσας. αἱ δέ εἰσιν εἰπεῖν τι περὶ ἐμοῦ βέλτιον, εἴ τί σοι γένοιτο παρ’ ἡμῶν καλόν. χρη- μάτων δὲ εἰ πολλῶν ἐπεθύμουν, οὐκ ἂν ἦν μοι νῦν ὀλίγα.