Ancient Greek · ~2 min
Letter 262
Libanius, Epistulae 1-839 262
Not analysed yet
Εἰ δὲ μὴ παῖς ἦν Εὐθηρίῳ παρ’ ἡμῖν κἀκεῖνος ἐδεῖτό σου γράφειν, ἐσίγας ἂν ὥσπερ πρότερον, καίτοι σε ἐδιδάξαμεν λέγειν. σὺ δ’ ἐν τοῖς ἄλλοις τούτῳ χρώμενος, ᾧ τὰ ὄντα καὶ σώζεις καὶ πλείω ποιεῖς, οὗ δεῖ τι φθέγξασθαι, τὸ πρὸς ἡμᾶς ἄφωνος εἶ, καὶ ταῦτα πράττων, ὡς ἂν ἡμεῖς εὐξαίμεθα, καὶ τῶν πραγμάτων χρηστὰ δηλοῦν διδόντων. ἀλλ’ ἐγώ σε οὐΚ εἰσπράξομαι δίκην ὧν αἰτιᾶσθαι ἔχω. διὰ τοῦτο καὶ τὸν Ἱέ- ρωνα πρὸ πολλῶν ἐποιησάμην καὶ Φιλόπατρις ὧνπερ Ἱέρων τεύξεται μᾶλλον δὲ ἤδη τετύχηκεν ἐμοῦ σοὶ χαρίζεσθαι διὰ τῶν εἰς ὁντινοῦν Ἀρμενίων ἡγουμένου.