Ancient Greek · ~2 min
Letter 303
Libanius, Epistulae 1-839 303
Not analysed yet
Οὐ δεήσομαί σου Μάγνον εὖ ποιεῖν, τοῦτο μὲν γὰρ ἐψήφισται πάλαι καὶ σοὶ καὶ πᾶσι τοῖς σοῖς, ἀλλὰ μὴ χαλε- πῶς ἔχειν, ὅτι ὑμῖν βραδέως ἥκει. τά τε γὰρ ἄλλα δυσκόλου πεπείραται τῆς Τύχης καὶ νῦν αὐτῷ τὸ κέρδος ἀνέβαλε δι ἀρρωστίας τινός. ἀλλὰ σύ γε αὐτῷ διαλλάξεις τὴν θεόν, καἰ τις ὄψεται χρυσίον ἐν ταῖς Μάγνου χερσὶν ἀπὸ λόγων προσιόν, ὃ τοῖς εὖ φρονοῦσι τοῦ πλουτῆσαι δι’ ὀνείρατος ἥδιον.