Ancient Greek · ~5 min
Letter 33
Libanius, Epistulae 1-839 33
Not analysed yet
Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν ἣν ἥδιστα μὶν εἶδον, ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμενος, πρό τε τῆς πόλεως τὸν ὑπ’ αὐτῆς τε καὶ μετ’ αὐτῆς οἰχόμενον 10 τὸν γενναῖον Ἀρισταίνετον. νομίζω δὲ τῶν θρήνων μηδέ τερον μὲν ἐμόν, ἀμφοτέρους δὲ εἶναι τῆς Λύπης ἐν ᾧ γὰρ ἐξειστήκειν τε ἐμαυτοῦ καὶ φόβον παρεῖχον τοῖς οἰκείοις ὡς οὐκ ἀντισχήσων τῷ κακῷ, τότε ἐκείνη λαβοῦσά μου τὴν χεῖρα ἔγραψεν ὅ τι ἤθελεν. οἷς δὲ ἑκάτερον ἔδειξα, τέτταρες ἦσαν, 15 οὐ γὰρ ἦν ὁ καιρός μοι θεάτρου, πρὸς μὲν τῷ θείῳ Πρισκιανὸς ὁ ῥήτωρ, ἐπὶ δὲ τούτῳ Φιλοκλῆς ὁ καλὸς καὶ ὅ γε φιλεῖν με- μελετηκὼς Εὐσέβιος. Σαβῖνος δὲ ἄρα ἦν ἐπ’ ἀγροῦ οὗτοι μὲν ἐμοῦ, τούτων δὲ οὐδεὶς ὅστις οὐκ ἤκουσεν ὡς ἀκούσει· καὶ αὐτίκα με περιειστήκεσαν ἀνάγκαι κελευόντων ἢ ἀναγι- νώσκειν ἢ ὁμολογεῖν ἀδικεῖν. ἔδωκα τὸ βιβλίον, οἱ δὲ παρα- λαβόντες οὐ πολλοὺς ἀνηκόους ἀφῆκαν. ἐξέστω δὲ καὶ σοὶ μόνῳ τε ἐντυχεῖν, εἰ βούλοιο, καὶ σὺν ἄλλοις, εἰ τοῦτ’ ἀρέσκοι. δοκεῖς δέ μοι καὶ αὐτὸς εἰργάσθαι τι τοιοῦτον εἰς τὸν ἀδελφόν οὐ γὰρ ἦν τοῦ σοῦ στόματος σιγῇ θάψαι τὸν ἄνδρα ἐκεῖνον. πέμπε οὖν ὡς καὶ αὐτῶ μονῳδίαις οὐκ ἀηδῶς συν- όντι μετὰ τὸν σεισμὸν ἐκεῖνον θαυμάζω δὲ εἰ νῦν τοιούτων ἀπολαύοντες τῶν βοτρύων τὴν παροῦσαν ὥραν χειμῶνα καλεῖν τολμήσετε.