Ancient Greek · ~3 min
Letter 402
Libanius, Epistulae 1-839 402
Not analysed yet
Ἐν τοῖς πολίταις ἡμῶν ἀεί τι περὶ σοῦ λέγομεν τό τε ἦθος ὡς χρηστὸν διηγούμενοι καὶ τοὺς λόγους ὡς θαυμαστοί, καὶ τίς μὲν εἴης φίλους ἀμείψασθαι, τίς δὲ ἐχθροὺς ἀμύνα- σθαι, καὶ ὅτι σοὶ φίλοι μὲν οἳ καὶ τοῖς θεοῖς, ἐχθροὶ δὲ οἱ καὶ τοῖς θεοῖς. ταυτὶ δὲ οὐκ ἔστι μὲν ὅτε οὐκ ἐπιστεύετο, Φιλομήτωρ δὲ ἥκων καὶ τοιαῦτα ἐπέθηκεν, ὥστε μικρά με λέγοντα ἀπέφηνεν. ἐγὼ δὲ ἔχαιρον ἡττώμενος· ὑπὲρ ἐμοῦ γὰρ ὁ νικῶν ἐνίκα. τὸ μὲν οὖν πρῶτον ἡμῖν ἐδόκει πάντα πράττειν, ὅπως ἂν ἔλθοις· ἔπειθ’ ἑκόντες ἐπανήκαμεν τῆς σπουδῆς, τελευτῶντες δὲ πρὸς τοὐναντίον χρώμεθα τῇ σπουδῇ καιρὸν εἶναί σοι νομίζοντες κατὰ χώραν μένειν. τὴν δὲ αἰτίαν τῆς μεταβολῆς ἐγγράψαι μὶν οὐκ εἶχε καλῶς, ἢν δέ τις παρ’ ὁμᾶς ἴῃ τῶν ἐπιτηδείων, ἀπὸ στόματος ἀκούσῃ.