Ancient Greek · ~3 min
Letter 403
Libanius, Epistulae 1-839 403
Not analysed yet
Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς εἶναι. ἀλλ’, ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ, τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστ’, εἴ τι ταὶ ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ τῆς ἡμετέρας γνώμης. ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθ’ ἥδιστα ἂν παρ’ ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.