Ancient Greek · ~2 min
Letter 421
Libanius, Epistulae 1-839 421
Not analysed yet
Ἐγώ σε ᾤμην εὐθὺς ἀκούσαντα παρ’ ἡμῖν εἶναι τὸν ἄρχοντα καὶ αὐτὸν ἔσεσθαι παρ’ ἡμῖν· οἷς τε γὰρ ἤχθου με- γάλα ἦν καὶ ταῦτα ἴδει λυθῆναι καὶ ἄλλως οὐκ ἦν. σὺ δὲ 20 οὔτε ἀφῖξαι τοῦ τε μὴ ἥκειν τὴν αἰτίαν οὐκ ἐδήλωσας. εἰ μὲν οὖν τι καλὸν τίθη μένειν, οὗ μένοντα ἀπολαύειν ἔνι, μένε ἀγαθῇ τύχῃ καὶ ἐμφοροῦ, πάντως τῷ γε εὐφραίνεσθαι πλέον ἡμᾶς εὐφραίνεις ἢ τῷ μὴ παρεῖναι λυπεῖς· εἰ δὲ ὄκνῳ τῆς πορείας κάθησαι, ὅρα μὴ τὸ ἡδύ σοι τοῦτο ἀηδίαν τέκῃ.