Ancient Greek · ~1 min
Letter 422
Libanius, Epistulae 1-839 422
Not analysed yet
υκβ΄. Ἀπαργγίῳ. (355) Σὺ μὲν ἐν ἀγροῖς ἔτι καὶ βιβλίοις, ἡ Τύχη δέ σε καλεῖ πρὸς τὸ βῆμα καὶ δίκας. ἧκε δὴ τοῦτο δράσων, ἐφ’ ᾧπερ ἐπόνεις, καὶ πορεύου τὴν πατρῴαν ὁδὸν τέτταρα ἔχων εἰς τὸ θαρρεῖν τοὺς λόγους, εὔνοιαν ἄρχοντος, τοκέα διδάσκαλον, ἡμετέρας εὐχάς.