Ancient Greek · ~2 min
Letter 455
Libanius, Epistulae 1-839 455
Not analysed yet
Ἄμφω πείθομαι, καὶ ὡς ἐξεγράψω καὶ ὡς οἴει κτῆμα τοὺς ἡμετέρους εἶναί σοι φληνάφους. σὺ μὲν οὖν χάριν φὴς ἔχειν ἐμοὶ τοῦ ταῦτα λαβεῖν, ἐγὼ δὲ οὐ λίαν ἔχω σοι χάριν τοῦ ταῦτα δεικνύειν, οἶδα γὰρ ὅτι δεικνύεις. ἡ Τύχη δὲ τὸ μέν τί μοι δέδωκεν ἀγαθόν, τὴν σὴν φιλίαν, θάτερον δὲ οὐ δέδωκε, τὸ συζῆν τῇ φίλῃ κεφαλῇ. χρῆν δὲ τὴν θεὸν μὴ φθο- νῆσαι τοῦ δευτέρου.