Ancient Greek
Letter 466
Libanius, Epistulae 1-839 466
Not analysed yet
Σὺ πατρῴων μὲν πάνυ μικρῶν ἐκληρονόμησας χρημα΄- των, ἃ δὲ δίκας λέγων εἰργάσω, δικάζων ἀνήλωκας καί σοι σύνεστιν ἀντὶ χρυσίου δόξα. πόθεν οὖν μοι πέπομφας τὸ χρυσίον; εἰ μὲν ἐντυχὼν θησαυρῷ, φράζε καὶ δεξόμεθα· εἰ δ οὐκ ἐντυχών, ἐπειδὰν ἐντύχῃς, δεξόμεθα.