Ancient Greek
Letter 467
Libanius, Epistulae 1-839 467
Not analysed yet
Τούς τε σοὺς ὑπὲρ ἡμῶν οὐκ ἀγνοοῦμεν ἄθλους παρ’ ἡμῶν τε σοὶ μισθὸς οὗ μείζονα οὐκ ἂν ζητήσαις. τὸν γὰρ υἱόν σοι ποιεῖν πειρώμεθα τοιοῦτον, οἶος ὢν τῷ πάππῳ προσ- όμοιος εἶναι δόξει καὶ τῷ θείῳ καὶ τὸν πατέρα κοσμήσει. τῶν αὐτῶν τοίνυν ἐχώμεθα ἀμφότεροι καὶ τὰ τιμιώτατα παρέχωμεν διὰ τέλους ἀλλήλοις.