Ancient Greek · ~4 min
Letter 468
Libanius, Epistulae 1-839 468
Not analysed yet
Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖ- νόν μου φιλίας οὐχ ἧττον καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος ἀφῖκτο καὶ παρὰ γλώττης ἀεὶ κινουμένης καὶ πλείω μὶν ἢ πάντες εἰργασμένης, καλλίω δὲ ἢ πλείω. εἰ δὲ σὺ μὲν πά- λαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μα- κρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους, τὸ ταμιεῖον τῶν λόγων. ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν Μόρων χορός, πάντες ἄκροι, ἐν οἶς οἶδα ὅτι σὺ τὴν νόσον ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν Φοινίκη νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος. ὁ δέ σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων. ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ πανήγυρις τῇ Βηρυιῷ.