Ancient Greek · ~2 min
Letter 54
Libanius, Epistulae 1-839 54
Not analysed yet
ὑῶ σοι μάρτυς τῶν Μαρκιανοῦ κακῶν. ὃς τὸ πολὺ τῆς γῆς σῶς ἐπελθὼν έν προθύροις τῆς αὑτοῦ πόλεως ἐπη- ρώθη τὸ σκέλος, ὥστε τῶν ἰατρῶν τοὺς μὲν ἀπογνόντας φυ- χεῖν, τοὺς δὲ τολμήσαντας ἅψασθαι μήπω θαρρεῖν ἔχειν. ἔστι δὲ αὐτῷ τῆς συμφορᾶς ἀλγεινότερον τὸ κεῖσθαι σοῦ κα- λοῦντος· ὡς ἅπας γε πόνος σοὶ φέρων χάριν ἡδίων Μαρκιανῷ παντὸς ὕπνου. σὺ δ’ ἀπιστεῖς αὐτὸν μὴ ταῦτα παθεῖν εἰκότως. ὃ γὰρ οὐκ ἐβούλου συμβῆναι τοῦτ’ οἴει μὴ γεγο- νέναι. ἀλλ’ εὖ ἴσθι τὸν ἄνδρα νῦν μὲν ὡς μάλιστα πιέζεσθαι. μόλις δὲ ἀρτίπουν ἔσεσθαι.