Ancient Greek · ~5 min
Letter 580
Libanius, Epistulae 1-839 580
Not analysed yet
Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἕνα μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλή- λους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων. βιβλία δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας, σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλη πόλει τὴν νόσον τὴν με- γάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρα- τηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος γραμμάτων, νῦν δὲ οὐκ ἔστιν. ἐνιδὼν δή μοι σὺ τῶν τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνού- μενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα. διὰ δή; λέγοις ἄν. ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν Ἀρισταίνετος βιβλία τοῖς φίλοις, ἵνα μὴ διαβληθῇ πρὸς Ἕλληνας; πάλιν δή σοι λέγω ταῦτα, ὡς, ἂν μὴ πέμψῃς ἐκείνων, οὐ λήψῃ τούτων, ἐν οἷς καὶ αὐτοῖς εὑρή- σεις πολιόν. οὐ γὰρ κατὰ τὸν Ἰόλεων ἐκ γέροντος ἐγὼ νέος· οὐχ οὕτω μοι φαῦλον οἱ νόμοι.