Ancient Greek · ~2 min
Letter 591
Libanius, Epistulae 1-839 591
Not analysed yet
Ἤιδειν μὲν καὶ πρότερον τὸν ἐμαυτοῦ πολίτην Μαριά- δην ἤ, εἰ βούλει γε, Ἀριστείδην, οὕτω γὰρ αὐτὸν καλεῖς καἰ καλῶς καλεῖς νῦν δὲ αὐτῷ πολὺ πλέον συνήδομαι ὅτι ὢν ἀγαθὸς καὶ εἶναι δοκεῖ πανταχοῦ. τόπος γὰρ οὐδεὶς ὃς οὐκ εἶδέ τε αὐτοῦ τὴν πενίαν καὶ ἰδὼν οὐ τεθαύμακεν. οὐκ ἄρα μεγάλη μόνον ἡμῶν ἡ πόλις, ἀλλ’ ἤδη καὶ μήτηρ ἀνδῤῶν, ἴσως δὲ καὶ ῥητόρων, πάντως δὲ δικαίων. καὶ σὺ μαρτυρεῖς ὁ τὸν Ἀριστείδην εἰπών.