Ancient Greek · ~1 min
Letter 592
Libanius, Epistulae 1-839 592
Not analysed yet
φϥβ΄. Σαβίνῳ. (359?) Λέλυταί σοι τὰ δυσχερῆ, λέλυται δὲ τοῖς Μαριάδου πόνοις. καὶ τὴν ἐπιστολὴν ἤδη τῶν δεινῶν πεπαυμένων ἐλάμβανον, ὥστ’ ἐγὼ μὲν ἠρώτων· πῶς οὖν χρὴ βοηθεῖν; ὁ δὲ ἀπεκρίνατο δεῖν μὲν οὐδὲν βοηθείας, εἶναι δὲ τὸν καιρὸν ἡδονῆς. ἔχαιρόν τε οὖν καὶ ἐπέστελλον.