Ancient Greek · ~2 min
Letter 593
Libanius, Epistulae 1-839 593
Not analysed yet
Οὕτως ἐξῆρας τῷ λόγῳ τόν τε λιμὸν καὶ τὸ ψῦχος, Μ’ ἀναγινώσκων ἐρρίγωσά τε καὶ ἐπείνησα. σὲ δὲ καὶ ταῦτα κοὶ ἔτι χαλεπώτερα δεῖ φέρειν ἀπὸ τῆς φιλοσοφούσης οἰκίας γε- γονότα. καὶ τὰ ἆθλα δέ, ὑπὲρ ὧν τὰ δυσχερῆ, μείζω τῶν δυσχερῶν· ὥστ’ εἰς ἐκεῖνα βλέπων μὴ τοῖς παροῦσιν ἀνιῶ. τοῖς δὲ Ἱεροκλέους λόγοις οὐδὲ πρότερον μὲν ἀπειθεῖν ἴδει, νῦν δὲ καὶ ἀνάγκη πείθεσθαι. τύχῃ τ’ οὖν ἀγαθῇ χώρει καὶ δεξάμενος ὅ τι ἂν διδῶσιν οἱ θεοί, χαίρων ἐπάνιθι.