Ancient Greek · ~1 min
Letter 594
Libanius, Epistulae 1-839 594
Not analysed yet
φϥδ΄. Ἱεροκλεῖ. (357) Ἀγαθῷ οὐ κακῶς συνεβούλευσας, ὅθεν σὺ μὲν εὗρες τὸ δέον, ὁ δὲ οὐκ ἠτίμασε. μαρτυρεῖ δὲ ὡς ὀρθῶς τὸν νεανίσκον ἔπεμψας ὁ μὴ δυνηθεὶς εἰς τὸ μεῖναι βοηθῆσαι.