Ancient Greek · ~1 min
Letter 595
Libanius, Epistulae 1-839 595
Not analysed yet
Πορεύεται μὲν ὁ καλὸς Αὐξέντιος ἐπ’ Αἰγύπτου, διὰ δὲ τῆς Παλαιστίνης ἰὼν ἱστᾶι τῶν τῆς σῆς ἀρχῆς προοιμίων θεωρός· δῆλον δὲ ὅτι καλῶν. ἃ γὰρ συνέθου πρὸς ἡμᾶς περὶ τοῦ μετὰ πενίας ἄρξειν, οὐ δήπου κινήσεις. μισθὸς δέ σοι τῆς ἀρετῆς ἡ γλῶττα τοῦ φέροντος τὴν ἐπιστολήν, ὅς, ἐπειδάν τι θαυμάσῃ, καὶ κηρύττειν ἐπίσταται.