Ancient Greek · ~2 min
Letter 596
Libanius, Epistulae 1-839 596
Not analysed yet
Ἔδειξας μὲν ὡς εἴης ἀγαθὸς καὶ ἐν ταῖς ἀρχαῖς, ἀρκεῖ δὲ καὶ τὸ παρὸν δηλῶσαι τὴν σὴν ἀρετήν. Αὐξέντιος μισῶν ἃ μισεῖν ἄξιον καὶ θαυμάζων ἃ μὴ θαυμάζειν ἀδίκημα παῖ- δας ἀφεὶς καὶ γυναῖκα καὶ τὴν ἐκ τῶν δικῶν πρόσοδον ἔρχε- ται τὴν σὴν ὀψόμενος στρατηγίαν. μαρτυρεῖ δὴ διὰ τῆς ὁδοῦ πάντων εἶναί σε διὰ πάντων ἄριστον. ὁ γὰρ οὐδ’ ἂν τύραννον κολακεύσας, εἰδὼς δὲ ὅ τι μέμφοιτο περὶ τούτου καὶ βοῆσαι δῆλον ὡς ὑπὸ τῶν ἐν σοὶ καλῶν ἐπὶ Νεῖλον κέ- κληται φιλοτιμησάμενος δὴ πρὸς τοὺς Αἰγυπτίους ἐπὶ τῇ παρουσίᾳ τοῦ ῥήτορος ἀπόδος ἡμῖν ὅτι τάχιστα τὸν ῥήτορα.