Ancient Greek · ~1 min
Letter 597
Libanius, Epistulae 1-839 597
Not analysed yet
Φίρμου τουτουὶ μέλει μὲν τῇ μητρί μου, μέλει δὲ καἰ ἐμοὶ διὰ τὴν μητέρα. καὶ σοὶ δ’ ἂν εἰκότως ἀμφοῖν εἵνεκα μέλοι. ἔστι δὲ ὁ Φίρμος εὐγενής τε καὶ πένης ὑπὸ τῶν ἐν Παλαιστίνῃ κακῶν εἰς πενίαν ἐλθών. φέρων δὲ τὴν πενίαν καὶ χρημάτων οὐκ ἐπιθυμῶν ἐπιθυμεῖ γνῶναί σε τοῦθ’, ὅτι ἡμῖν αὐτοῦ μέλει.