Ancient Greek
Letter 647
Libanius, Epistulae 1-839 647
Not analysed yet
Καὶ πῶς ἂν ἐπιλαθοίμην ἡμερῶν ἐκείνων καὶ λόγων καὶ κρότων; ὡς ἔμοιγε ἀνάγραπτος ὁ βραχὺς ἐκεῖνος χρόνος καὶ πολλῶν ἐτῶν ἀντάξιος καὶ πάσης ἑορτῆς ἡδίων. ἀλλ’, οἶμαι, πολλοῖς ἂν ἄνθρωπος ἐκκρουσθείη σπουδῆς ἄλλως τε καὶ ἐν πόλει τοσαύτῃ καὶ κλύδωνι μεγάλῳ τάχα που καὶ ἡμᾶς περικλύζοντι. δεῖ δή σε τέρπεσθαι μέν, εἰ λαμβάνοις γράμ- μάτα· μὴ λαβεῖν δὲ εἰ συμβαίη, πάντα μᾶλλον εἰκάζειν ἢ ὡς οὐ σὺ παρ’ ἐμοὶ τίμιος. καὶ τοὺς νεανίσκους, ὑπὲρ ὧν ὡς ἡμᾶς ἦλθες, μὴ μόνον ἐκ τῆς κηδείας, ἀλλὰ καὶ ἐμὴν χάριν φιλεῖν.