Ancient Greek · ~5 min
Letter 68
Libanius, Epistulae 1-839 68
Not analysed yet
Ἃ μὲν ἀδικεῖται καὶ ὑπὸ τίνων ὁ ἐμὸς μὲν διδάσκαλος, σὸς δὲ καὶ ἐμὸς φίλος Κλεόβουλος, αὐτὸς ἐν οἷς ἔγραψεν ἐδί- δαξεν. ἔγραφε δὲ οὐ μάλα θαρρῶν, ἀλλά τις ὄκνος εἰσῄει τὴν γνώμην καὶ πολλάκις ἀφίστατο τοῦ βιβλίου. ζητοῦντος δέ μου, πόθεν τουτὶ τὸ πάθος, καὶ τῆς ἀρχαίας ἀναμιμνήσκοντος συνηθείας καὶ τῶν δικαίων ἐκείνων τὰ μὲν ἔφασκεν εἰδέναι καλῶς, γενέσθαι δέ τινα αὑτῷ περὶ τὴν σὴν ἐπιδημία· ῥᾳθυ- μίαν, ὑφ’ ἧς νομίζειν ἀμβλύτερα τὰ πρὸ τοῦ γεγονέναι· διό- περ ὀκνεῖν. ἐγὼ οὖν ἐγέλων πρὸς τὴν δειλίαν καὶ εἴ σου τοσοῦτον ἡμάρτηκε τοσοῦτόν σοι χρόνον συγγεγονὼς ὡς οἴε- σθαί σε χαλεπαίνειν. εἰ μὴ Κλεόβουλος οἷός τε ἐγένετο τὰς αὑτοῦ φυγὼν ἀσχολίας ἐξῆφθαί σου. οὐδὲ γὰρ ἡμεῖς ὀργὴ χρώμεθα πρὸς αὐτόν. εἰ πλησίον ἡμῶν οἰκῶν αὑτὸν τέρπει μᾶλλον ἢ ἡμῖν σύνεστι. δέδοται γὰρ αὐτῷ γέρας τι τοῦτο μη- δένα αὐτοῦ τῆς ῥᾳστώνης κατηγορεῖν. τῷ δὲ αὐτῷ καὶ τὸν Παλαμήδην δήπου τιμῶμεν τοῦ τἀκείνου τιμῶντος φειδόμε- νοὶ. καὶ σὺ τοίνυν γελάσας καὶ τὸν ἕλκοντα Κλεόβουλον εἰς φροντίδας καὶ σαυτοῦ νομίσας ἐχθρὸν τὸν κατάρα τον Σευῆρον πεῖσον αὐτόν, ὡς καὶ πόρρω καθήμενοι δυνά- με ἐγγύθεν ἀμύνεσθαι καὶ γὰρ εἰ πολλῶν ἐπιμελῇ πραγμά- των, πολλὰ γὰρ τί τῆς πόλεως σὺ δὲ ἐκείνης ὁ φύλαξ, καἰ τοῦτο νόμισον τῶν ἐκείνῃ συμφερόντων τὸ τοὺς πονηροὺς κωλύεσθαι χρῆσθαι τῇ φύσει.