Ancient Greek · ~2 min
Letter 69
Libanius, Epistulae 1-839 69
Not analysed yet
Οὐδὲν ἄτοπον ὑπὲρ ἀγρυπνία(· ἰατρῷ διαλέγεσθαι δι- δάσκοντά τε τὴν ἀπ’ ἐκείνης ἀπορίαν καὶ δεόμενον πράττειν ὅπως στήσεται. τὸν τοίνυν καλὸν ἡμῖν ἴσθι Κλεόβουλον 10 δεινῶς ἀγρυπνεῖν. τὸ δὲ αἴτιον οὐ πυρετὸς οὐδ’ ἴλιγγοι κε- φαλῆς οὐδὲ ἕλκη παρέχοντα κίνησιν, ἀλλὰ δάκνει τὸν ἑταῖρον Σευῆρος ἐκ τῶν στρωμάτων καὶ ταῦτα τοσοῦτον ἀπέχων. καινός γε οὗτος ὁ κόρις. ἀλλ’ ἔστι καἰ ταύτης παρὰ σοὶ τῆς ἀγρυπνίας φάρμακον· διὰ γὰρ τοῦ γενναίου Θεμιστίου 15 δύνασαι παῦσαι τὸν Σευῆρον τοῦ δάκνειν.