Ancient Greek · ~7 min
Letter 70
Libanius, Epistulae 1-839 70
Not analysed yet
Ὑπὲρ μὲν τῶν ἄλλων σε παρακαλῶν ἐκείνοις ᾤμην δι- δόναι χάριν, Ὀλυμπίῳ δὲ εἴ τι πράξαις κεχαρισμένον, λήψε- σθαί σε μᾶλλον ἢ δώσειν ἡγοῦμαι χάριν. οὗτος γάρ ἐστιν ὁ τὴν μὲν Μακεδονίαν εὐδαίμονα ποιήσας ἄρτι παίδων ἐξελθών, τὸ δὲ ἄρχειν μετὰ ταῦτα πλέον φυγὼν ἢ ἐζήτησαν ἕτεροι. τῷ δικαίω δὲ οὕτως αὑτὸν δέδωκεν ὥστε ἀδικούμενος μὲν πᾶς ἐπὶ τοῦτον καταφεύγει, τοὺς νόμους δὲ ἐκβαίνων τοῦτον δέδοικε, τοῖς δὲ ἄρχουσιν ἡμῶν μία σπουδὴ τὴν παρὰ τοῦδε ψῆφον λαβεῖν. ἐγὼ δὲ καὶ αὐτὸς πατρικὴν διαδεξάμενοι φιλίαν, ὁ μὲν πάντα ὑπὲρ ἐμοῦ πονεῖ, παρ’ ἐμοῦ δὲ ἔπαινός εἰς τὴν προθυμίαν· πρᾶξαι γὰρ οὐδὲν ἂν δυναίμην ἴσον. ἀλλὰ σύ γε τὸν ἄνδρα ἀμείβου, μᾶλλον δὲ μικρὰ ἀντὶ μεγά- λῶν ὑπὲρ ἡμῶν ἀντίδος. οἶτός γε εἰς τὴν ὑμετέραν μετ- έστη βουλὴν ἀπὸ τῆς μείζονος, συγγνώσῃ δὲ εἰ μείζω καλῶ τὴν Ῥωμαίων σὲ τῆσδε ἐχούσης. γενέσθω τοίνυν αὐτῷ παρ’ ὑμῶν ἕ παρ’ ἐκείνων. τί οὑν; ἐκείνοις ἤρκει τοὔνομα αὐτοῦ παρ’ αὑτοῖς ἐγγεγράφθαι. μᾶλλον δὲ μήτε τοῦτο δῶτε μήτε μείζω τῆς δυνάμεως ζητεῖτε. ἐν μὲν γὰρ ἐξετάσει τῶν ἀρίστων πρῶτος Ὀλύμπιος, οὗ δὲ εἰσενεγκεῖν δεῖ, πάντων ὕστατος γνῶναι δέ σοι ῥᾷστον τῆς οὐσίας τὸ μέτρον παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων. δεῖ δή σε παρατηρεῖν, ἡνίκα ἂν δέῃ δέῃ χρήματα φέρειν, ὅπως μὴ ἀδικήσητε, καὶ ἔτι γε πρότερον. ἡνίκα ἂν καλῆτε τοὺς βουλευτάς. ὅπως ἐνθένδε μὴ κινήσητε. μήτηρ τε γὰρ αὐτῷ ζῶσα ἐν ταῖς τοῦδε χερσὶ καὶ ζῶσά γε διὰ τοῦτο, ὅτι ἔξεστιν αὐτὸν ὁρᾶν. τοὔνομα δ’ οὐκ ἂν ἀπο- δημίας ἐνέγκαι. καὶ τὰ πράγματα, εἴ τι γένοιτο τοιοῦτον, οἰχήσεται. ταῦτα δὲ οὐκ ἂν σὺ διαφθαρῆναι δέξαιο. πεί- σας δὴ σαυτόν, ὡς ἡμῖν τε ἐκ τῶν αὐτῶν βοηθήσεις καὶ τῇ φιλοσοφίᾳ προσήκοντα πράξεις, καθαρὰν ἡμῖν παρασκεύασον τὴν ἄδειαν.