Ancient Greek · ~3 min
Letter 78
Libanius, Epistulae 1-839 78
Not analysed yet
Φήσαντος μου τῷ φιλοσόφῳ γράψειν, τῷ δὲ ἰατρῷ φησιν οὐ γράψεις; Ἀνδρόνικος καὶ προσέθηκεν, ὥς με φι- λοίης, πρὸς εἰδότα ἀκριβῶς τὸ φίλτρον ὥσπερ γὰρ οἱ γονεῖς τοὺς παῖδας φιλοῦσιν, ὅτι ἐγέννησαν, οὕτω καὶ οἱ σώσαν- τες τοὺς σεσωσμένους ὅτι ἴσωσαν σοῦ δὲ μνήμη πὰρ ἡμῖν, ἕωσπερ ἄρρωστοι παρ’ ἡμὶν· μὴ εἶναι μὲν γὰρ ἐν τοσαύτῃ πόλει καὶ τοὺς ἀρρωστοῦντας οὐκ ἔνι, τῶν δὲ ἰατρῶν εἰσιόντων καὶ τὸ σὸν ὄνομα καθ’ ἑκάτερον εἰσέρχεται βοηθεῖν τε ἐκείνων ἀρκούντων καὶ μή. λέγεται γὰρ τὸ μὲν ὡς θᾶττον ἂν ἐπράχθη σοῦ γε ἁπτομένου τὸ δ’ ὡς οὐκ ἂν συνέβη σοῦ γε ἐπιμελουμένου. νῦν δὲ δὴ καὶ πολὺ τοῦτο ἦν τοῦ θείου μοι πυρετὸν μὲν ἰσχυρὸν διαφυγόντος, τὸ χρῆ- σθαι δὲ τῷ σώματι μὴ δυναμένου κομίσασθαι. ἐγὼ δὲ οἷς με πολλάκις ἀνέστησας ἐπιστάμενος ἤδη τοῖς παρ’ ἡμῖν ἰα- τροῖς ἐρίζω.