Ancient Greek · ~4 min
Chapter 10
Libanius, Oratio I 10
Not analysed yet
τοῦτο καὶ εἰς ῥίζας ἤγαγε τὴν συμφορὰν ἐκβληθεῖσαν ἄν, ὥς φασιν, ἐν προοιμίοις οὐ σὺν πόνῳ. διὰ τοῦτο καὶ συναπεδήμησέ μοι τὸ κακὸν αὐξόμενον τὴν αὔξην τὴν ἑαυτοῦ δεῦρό τε ἀφῖκται πάλιν τροπὰς μέν τινας τρε- πόμενον, οὐ μὴν τοῦ γε ἐλαύνειν παυόμενον, ἐπεὶ καὶ ὁπότε δοκεῖ χαλᾶν, οὐ παντάπασι λήγει λήγει —ἀλλ’ ὅπερ ἔφην, πλὴν τοῦδε τηνικαῦτα τἄλλα ἦν ἄνοσος, καὶ οὐδὲ τοῦτο εἶργε μὴ ἀπολαύειν τῶν παιδικῶν. 11. Συνειλεγμένων τοίνυν εἰς τὴν ψυχὴν τῶν ὑπὲρ τοὺς ἄλλους κατὰ λόγου δύναμιν θαυμαζομένων ἀν- δρῶν ὁρμῆς τε με ἐπὶ τοῦτον εἰσελθούσης τὸν βίον —ἦν γάρ τις ἑταῖρος ἐμοὶ Καππαδόκης, Ἰασίων ὄνομα αὐτῷ, βραδέως |μὲν ἥκων ἐπὶ λόγους, φιλοπονίᾳ δέ, εἴπερ τις ἄλλος, ἡδόμενος —οὗτος ὁ Ἰασίων, ἃ παρ’ ἀνδρῶν πρεσβυτέρων Ἀθηνῶν τε πέρι καὶ τῶν αὐτόθι δρωμένων ἐδέδεκτο, καθ’ ἡμέραν ὡς εἰπεῖν πρὸς ἐμὲ ἐμυθολόγει Καλλινίκους τέ τινας καὶ Τληπολέμους ἑτέρων τε οὐκ ὀλίγων σοφιστῶν διηγούμενος σθέ- νος λόγους τε οἷς ἀλλήλων ἐκράτησάν τε καὶ ἐκρα- τήθησαν, ὑφ’ ὧν τις ἐπιθυμία τοῦ χωρίου κατελάμ- βανέ μοι τὴν ψυχήν.