Ancient Greek · ~4 min
Chapter 12
Libanius, Oratio I 12
Not analysed yet
τοῦτο μὲν δὴ ὕστερον ἔμελ- λον ἐκλαλήσειν, ὡς εἴη μοι πλευστέον, τῆς φήμης δὲ τῶν πόνων οὓς ἐπόνουν, κατεχούσης τὴν πόλιν καὶ τῆς γε ἐν ὥρᾳ σωφροσύνης —λέγω γὰρ οὖν σωφροσύνης πέρι θαρρούντως ζώντων ἔτι μοι μαρτύρων, οἱ βουλο- μένων ὑμῶν ἀναστάντες μαρτυρήσουσιν, ὁρῶ γὰρ αὐτῶν οὐκ ὀλίγους ἐνταυθοῖ καθημένους, ἦν δὲ ἀνάλωτος οὐ φρουρᾷ καὶ φόβοις παιδαγωγῶν, οὓς ἀσθενεῖς πέφυκεν ὀρφανία νέου ποιεῖν, ἀλλὰ προνοίᾳ Τύχης, δι’ ἣν αὐτός τε ἐμαυτοῦ φύλαξ ἦν ἄλλους τε ἐρρυόμην παι- διάς τε ἔπαυον ἐπιζημίους, ἐφ’ ἃς τοὺς λόγους ῥίψαν- τες οὐκ ὀλίγοι τῶν νέων ἐφέροντο —γεμούσης δὴ τοῦ περὶ ἀμφοῖν τοῖν ἀγαθοῖν λόγου τῆς πόλεως ἁπά- σὴς οἱ παρθένους τρέφοντες πατέρες διὰ τοῖν θείοιν τοῖν ἐμοῖν ᾔεσαν ἐπ’ ἐμὲ πλήθει προικὸς ἕτερος ἕτερον παριόντες, ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, οἶμαι δὲ κατὰ τὸν Ὀδυσσέα καὶ θεῖον ὑπεριδεῖν ἂν γάμον πρὸς τὸν Ἀθηνῶν καπνόν.