Ancient Greek · ~4 min
Chapter 9
Libanius, Oratio I 9
Not analysed yet
πέντε ταῦτα ἔτη ἦν ἁπάσης μοι τῆς ψυχῆς ἐκεῖσε τετραμμένης, καὶ συνέπραττεν ὁ δαίμων οὐδενὶ νοσή- ματι τὸν δρόμον ὑποσκελίζων, ἐπεὶ καὶ ὃ προσέπεσε τῇ κεφαλῇ —ἦν δὲ τοιόνδε· ἐν τοῖς Ἀχαρνεῦσι τοῖς Ἀριστοφάνους ἦν καθημένῳ τῷ γραμματιστῇ παρεστη- κώς, ὁ δὲ ἥλιος οὕτω παχέσιν ἐκέκρυπτο νέφεσιν, ὥστ’ ἤδη τινὰ νύκτα ἐκείνην τὴν ἡμέραν προσειπεῖν. μέγα δὲ κτυπήσαντος τοῦ Δῖός καὶ ἅμα κεραυνὸν ἀφέντος ἐπέπληκτο μὲν τῷ πυρὶ τὰ ὄμματα, ἐπέπληκτο δὲ ἡ κεφαλὴ τῇ βροντῇ. καὶ ᾤμην μὲν οὐδὲν ἐνιδρῦσθαι μοι δεινόν, ἀλλ’ αὐτίκα λήξειν τὴν ταραχήν, ἀπελθὼν δὲ οἴκαδε καὶ ἐπ’ ἀρίστῳ κατακλιθεὶς |βροντῆς τε ἐκεί- νῆς ἐδόκουν ἀκούειν κεραυνόν τε ἐκεῖνον τὴν οἰκίαν παραθεῖν ἱδρῶτά τ’ ἐκίνει τὸ δέος καὶ ἀναπηδήσας ἐκ τῶν σιτίων ἐπὶ τὴν κλίνην καταφεύγω. σιγᾶν δὲ ᾤμην δεῖν τοῦτο καὶ φυλάττειν ἄρρητον, ἀλλὰ μὴ κοι- νώσας ἰατροῖς εἰς φάρμακά τε καὶ τὰ ἀπὸ τῆς τέχνης ἐκ τῶν εἰωθότων ἑλκυσθεὶς ἀνιᾶσθαι.