Ancient Greek · ~2 min
Chapter 115
Libanius, Oratio I 115
Not analysed yet
ὁ δὲ ἀνδρειότατος σοφιστῶν ἐκεῖνος οὐδ’ οὕτως ἡσύχασεν, ἀλλ’ αὖθις τὰ εἰρημένα ἐμυθολόγευε, καὶ ταῦτα ἐν τῇ τοῦ Στρατηγίου καταγωγῇ. καὶ ὁ μὲν ἐξή- λασεν, Ἑρμογένη δὲ τὸν τὴν ἀρχὴν ἐκδεξάμενον αὐτῷ δεινόν τε καὶ ἄγριον ἦγεν ἡ φήμη, καί, ἦν γὰρ ἡμῖν ἀγνώς, ἐδόκουν οὖν] οὐκέθ᾿ ὅ πρότερον ἰσχύσειν. ἦν δὲ ἄρα ὁ Ἑρμογένης βέλτιστος ἀρχόντων καὶ οὐ πολλοῖς μὲν ὁμιλεῖν ἀξιῶν, πρᾷος δὲ καὶ λόγῳ μᾶλλον ἢ θυμῷ χρώμενος.