Ancient Greek · ~4 min
Chapter 116
Libanius, Oratio I 116
Not analysed yet
οὗτος εὐθὺς μὲν εἰσκαλέσας τὴν βουλὴν εἰπόντων ὅ,τι ᾤετο τῇ πόλει λυσιτελήσεν ἑκάστου, τὸν θεῖον τὸν ἐμὸν ἀπὸ τῶν λεγομένων εὑρὼν οὗτος ἐκεῖνος, ἔφη, Φασγάνιος, ὥστε τὸν Εὔβουλόν τε καὶ τὴν ἐκείνου μοῖραν μικροῦ πεσεῖν. ἔπειτα ἐμὲ καλέσας φίλον ἐδεῖτό οἱ γενέσθαι |τοιοῦτον, ὥστε μηδὲν εἶναι πλέον ταύτῃ Ἀρισταινέτῳ καὶ Σε- λεύκῳ, παρ’ ὧν δὴ καὶ εἰς ἐπιθυμίαν κεκινῆσθαι τοῦ κτήματος. ἀλλὰ δίκαιον μέντοι, ἔφην, τὸν φι- λοῦντα ἐκείνω καὶ ὑπ᾿ ἐμοῦ φιλεῖσθαι. 117. Ταυτὶ μὲν εὐπότμου, δυστυχοῦς δὲ τὰ ῥηθη- σόμενα. τὴν γὰρ δὴ πάντ’ ἐμοὶ μητέρα καὶ τὸν τῆς μὲν Ἀσίας ὀφθαλμόν, ἐμοὶ δὲ ἀντὶ πύργου, τὸν θεῖον ἥρπασεν ἡ Τύχη, τὸν μὲν πρότερον, ἡ δὲ οὐκ ἐνεγ- κοῦσα ἐπαποθνήσκει. καὶ οὐδὲν ἔτι μοι τῶν ἡδέων ἡδὺ οὐδ’ αὐτό γε τὸ πάντων ἥδιστον, αἰ ἐπιδείξεις· καὶ γὰρ καὶ αὐτὸ τοῦτο ἥδιστον ὑπ’ ἐκείνοιν ἐγίνετο, τοῦ μὲν οἷον ἀνηβῶντός τε ἐν τοῖς κρότοις καὶ τῆς αὑτοῦ πληγῆς ἐπιλανθανομένου, τῆς δὲ ὑπερχαιρούσης, ὁπότε αὐτῇ τὸν ἐκ τῶν ἄθλων ἱδρῶτα κομίσαιμι.