Ancient Greek · ~2 min
Chapter 118
Libanius, Oratio I 118
Not analysed yet
μετ’ ἐκείνας τὰς ταφὰς καὶ τὴν Εὐσεβίου γε τοῦ πρὸ ἀμφοῖν ἀπελθόντος ἦν μὲν γὰρ καὶ τὸ Νικομη- δείας πτῶμα καὶ ὃν ἡ πόλις ἐκάλυψε πεσοῦσα |δεινά τε καὶ οἷα λύπην τὴν ἐσχάτην ἐμβαλεῖν, ὑφ’ ἦς δὴ καὶ πολιὰς ἐξαίφνης ἔδειξα, κακὰ δὲ προστεθέντα κα- κοῖς, ταῦτα ἐκείνοις φίλῳ τε φίλος καὶ πόλει φίλῃ μήτηρ τε καὶ ὁ ταύτης ἀδελφός, πάντα ἐμοὶ δι’ ἃ ζῆν βούλοιτ’ ἄν τις, ἀποφαίνουσι πικρά, πρὶν δὴ τὴν γῆν ἅπασαν ἀμαχεὶ παραλαβὼν ὁ παντὸς φιλοσόφου λον ἐν βασιλείοις τὴν σοφίαν ἀγαπήσας κατήγαγεν ὥσπερ ἐκ φυγῆς εἰς τὸ αὖθις ἀσπάζεσθαι τὰ δυσχε- ραινόμενα.