Ancient Greek · ~1 min
Chapter 119
Libanius, Oratio I 119
Not analysed yet
καὶ ἐγέλασά τε καὶ ἐσκίρτησα καὶ σὺν ἡδονῇ λόγους καὶ συνέθηκα καὶ ἔδειξα βωμῶν μὲν ἀπειληφότων αἷμα, καπνοῦ δὲ φέροντος πρὸς οὐρανὸν τὴν κνίσσαν, θεῶν δὲ ἑορταῖς τιμωμένων, ὧν ὀλίγοι τινὲς ἐπιστήμονες λελειμμένοι γέροντες, μαντικῆς δὲ εἰς ἐξουσίαν παριούσης, λόγων δὲ εἰς τὸ θαυμάζε- σθαι, Ῥωμαίων δὲ εἰς τὸ θαρρεῖν, βαρβάρων δὲ τῶν μὲν ἡττημένων, τῶν δὲ μελλόντων.