Ancient Greek · ~4 min
Chapter 120
Libanius, Oratio I 120
Not analysed yet
οὗτος ὁ σω- φρονέστατός τε καὶ δικαιότατος καὶ ῥητορικώτατος καὶ πολεμικώτατος, ὁ μόνοις τοῖς δυσσεβέσιν ἐχθρὸς τῶν μὲν παρ’ ἡμῶν πρέσβεων οὐ μετ’ ἐμῶν ὡς αὐτὸν ἡκόντων γραμμάτων ἤλγησε καὶ ὦ Ἡράκλεις, ἔφη, ὁ τοὺς ἐκ τοῦ γράφειν ὑπομείνας κινδύνους ἐν ἀσφαλείᾳ σιγᾷ. τῆς δεῦρο δὲ ὁδοῦ καὶ τοῦτο κέρδος ὠνόμαζεν, εἰ ἐμέ τε ἴδοι καὶ ἀκούσαι λέγοντος. καὶ ἐπ’ αὐτῶν δὴ τῶν ὅρων ἐπὶ τῆς πρώτης ὄψεως πρῶτον τοῦτο ἐφθέγξατο· πότε ἀκουσόμεθα; |ὁ δὲ ἀνταγωνιστὴς ἐκεῖνος ἤδη ἦν οἴκοι τεθνηκυίας μὲν αὐτῷ τῆς γυναικός, θυγατέρων δὲ ὡραίων γάμου τῶν ἐκείνου δεομένων ὀφθαλμῶν, ἐλέγετο δέ, ὡς καὶ ζώσης τῆς γυναικὸς ᾤχετο ἄν. 121. Ὁ τοίνυν βασιλεὺς προοίμιον μὲν τῶν λόγων καθ’ ἑκάστην ἐποιεῖτο τὴν ἡμέραν θυσίας ὑπὸ τοῖς ἐν τῷ κήπῳ τοῦ βασιλείου δένδροις, πολλῶν δὲ φοιτών- των τε καὶ διὰ τῶν περὶ τοὺς θεοὺς ἐκεῖνον θερα- πευόντων αὐτὸς ἦν οὗπερ ἀεί, καὶ οὔτε ἐκαλούμην τό τε ἄκλητον ἰέναι μετέχειν τινὸς ἀναιδείας ὑπελάμβα- νον καὶ τὸν μὲν ἄνδρα ἐφίλουν, τὴν ἀρχὴν δὲ οὐκ ἐκολάκευον.