Ancient Greek · ~6 min
Chapter 13
Libanius, Oratio I 13
Not analysed yet
ἡ μὲν οὖν μήτηρ |ἐδάκρυεν οὐδὲ τὸν λόγον ἀνεχομένη τοῦ ἔργου, τοῖν θείοιν δὲ ὁ πρεσβύτερος τῇ μὲν ᾤετο βοη- θεῖν δεῖν, ἐμὲ δὲ ἐκέλευεν ἀδυνάτων ἀφεστάναι, μηδὲ γὰρ εἰ σφόδρα ἐρῴην, ἐπιτρέψειν αὑτόν. τὰ Ὀλύμ- πῖα δὲ τοῦ νεωτέρου ποιήσαντος τῷ Διὶ καὶ ἐμοῦ τῆς ἀνάγκης ἡττημένου ζημιοῖ μὲν ὁ δαίμων τὴν πόλιν, μᾶλλον δὲ πᾶσαν τὴν γῆν τῇ Πανολβίου τελευτῇ, τουτὶ γὰρ ὄνομα τῷ πρεσβυτέρῳ τῶν θείων, τῆς μη- τρὸς δὲ πρὸς τὸν ἕτερον οὐκέτι τὰ αὐτὰ τοῖς δάκρυσι δυναμένης, ἦν γὰρ δὴ ὁ Φασγάνιος οἷος οἴκτῳ βλα- βερῷ μὴ ἐνδιδόναι, τὴν μὲν πείθει λύπην οὐ μακρὰν καρποὺς μεγάλους ὑπισχνουμένην ἐνεγκεῖν, ἐμοὶ δὲ ἀνοίγει τὰς πύλας. 14. Ἐν τοῖς εἰρημένοις οὐκ ἄδηλον, ὅ,τι μὲν εὔδαι- μον, ὅ,τι δὲ οὐ τοιοῦτον. ἐξεληλακὼς δὲ ἤδη τότε ἄρα ᾐσθανόμην, ὡς δεινῶς πικρὸν ἀπολιπεῖν οἰκείους. ἐφε- ρόμην οὖν σὺν ὀδυρμοῖς τε καὶ ὀδύνῃ, πυκνὰ φόμενος πόθῳ τῆς τῶν τειχῶν ὄψεως. μέχρι μὲν Τυά- νῶν δάκρυα, ἐντεῦθεν δὲ σὺν πυρετῷ δάκρυα. δυοῖν δὲ ἐπιθυμίαιν μαχομέναιν ὁ τῆς αἰσχύνης φόβος θα- τέρᾳ προσγενόμενος ἐκεῖσε ἐποίησε τὴν ῥοπήν, ὥστε ἔδει νοσοῦντα ὁδοιπορεῖν. τοῦ νοσήματος δὲ ὑπὸ τῆς πορείας αὐξανομένου διαπλέω μὲν τὸν Βόσπορον μικρόν τι νεκροῦ διαφέρων, καὶ οἱ ὀρεῖς δὲ |ταὐτὸν ἐπεπόν- θεσαν, ἐν ᾧ δὲ εἶχον ἐλπίδας ὡς βασιλείοις με πέμ- ψοντι παρὰ τὴν Ἀθηνᾶν ζεύγεσιν, οὗτος μὲν ἐξεπε- πτώκει τῆς πολλῆς ἐκείνης ῥώμης καὶ τἄλλα δὴ προ- θυμότατα ξενίζων ἒν τοῦτο ἔφη μὴ δύνασθαι.