Ancient Greek
Chapter 122
Libanius, Oratio I 122
Not analysed yet
ἧκε δέ ποτε εἰς Δῖός Φιλίου θύσων καὶ τοὺς ἄλλους κατιδών, ἐβούλοντο γὰρ καὶ πᾶν ἐποίουν, ὅπως ὀφθήσονται, μόνον οὐ τεθεαμένος ἐμὲ τοῖς πολλοῖς ἐμμεμιγμένον δείλης διὰ δέλτου τινὸς ἠρώτα τε, ὅ,τι εἴη τὸ κεκωλυκός, καὶ μετὰ χαρίτων καθήπτετο. ἃ μὲν δὴ ἀπεκρινάμην διὰ τῆς αὐτῆς δέλτου καὶ ὡς οὐκ ἐδήχθην μᾶλλον ἢ τοῦτο ἐποίησα καὶ αὐτὸς σὺν χάρισιν, οἶδεν ἀναγνούς τε ἐκεῖνος καὶ ἐρυθριάσας.