Ancient Greek · ~2 min
Chapter 15
Libanius, Oratio I 15
Not analysed yet
ἐγὼ δὲ εἰς τὴν θάλασσαν ἔβλεπον ἤδη κεκλεισμένην ὑπὸ τῆς ὥρας ναυτίλοις, ἐντυχὼν δέ τινι λαμπρῷ κυβερνήτῃ μνησθείς τε χρυσίου πείθω ῥᾳδίως καὶ ἐμβὰς χὼν τοῦ Ποσειδῶνος ἐκομιζόμην τερπόμενος, Πέριν- θόν τε παραπλέων Ῥοίτειόν τε καὶ Σίγειον καὶ τὴν τὰ δεινότατα παθοῦσαν, τὴν Πριάμου πόλιν ἀπὸ τῶν κατα- στρωμάτων ὁρῶν τόν τε Αἰγαῖον διέδραμον οὐ χείρονι πνεύματι χρησάμενος Νέστορος, ὥστε μοι κέρδος γενέ- σθαι τὴν ἀδυναμίαν τοῦ ξένου.