Ancient Greek · ~3 min
Chapter 16
Libanius, Oratio I 16
Not analysed yet
καταπλεύσας οὖν εἰς Γεραιστόν, ἔπειτα εἰς λιμένα τινὰ Ἀθηναίων, οὗ δὴ καὶ ἐκοιμήθην, τῆς ἐπιούσης ἐν ἄστει τε ἦν ἑσπέ- ρας καὶ ἐν χερσὶν ὧν οὐκ ἂν ἐβουλόμην, ἔπειτα τῆς ὑστεραίας ἐν ἑτέρων αὖ χερσὶν ὧν οὐδὲ τούτων ἐβου- λόμην· οὗ δὲ ἦλθον μετασχήσων, τοῦτον οὐδ’ ὁρᾶν εἶχον ἐν πίθῳ μικροῦ καθειργμένος, οἷα τὰ ’κείνων εἰς τοὺς ἀφικνουμένους τῶν νέων. ἐβοῶμεν δὴ διεστηκότες, ὁ σοφιστὴς μὲν |ἐμοῦ, ’κείνου δὲ ἐγὼ στερόμενος· τοῖς ἔχουσι δὲ λόγος οὐδεὶς τῆς βοῆς, ἀλλ’ Ἀριστό- δῆμος μέχρι τῶν ὅρκων ἐτηρούμην ὁ Σύρος. ὀμωμο- κότι δὲ ἤδη τοῖς παροῦσιν ἀγαπήσειν ἀνοίγει τις τὴν θύραν, καὶ ἠκροώμην τοῦ μὲν εὐθὺς ἐν τάξει μαθη- τοῦ, τοῖν δυοῖν δὲ κατὰ νόμον δὴ τὸν τῶν ἐπιδείξεων.