Ancient Greek · ~7 min
Chapter 17
Libanius, Oratio I 17
Not analysed yet
καὶ ὁ μὲν κρότος πολὺς εἰς ἀπάτην τῶν τότε πρῶτον γευομένων ἐγειρόμενος, ἐγὼ δὲ ᾐσθανόμην ἐπ’ οὐδὲν σεμνὸν ἀφιγμένος τῆς ἀρχῆς τῶν νέων ὑπ’ ἀνδρῶν οὐ πολύ τι νέων διαφερόντων ἡρπασμένης. καὶ ἐδόκουν δὴ πλημμελεῖν τε εἰς τὰς Ἀθήνας |καὶ δίκην ὀφλεῖν οὐχὶ θαυμάζων τοὺς ἄρχοντας. μόλις οὖν τὴν ὀργὴν καταπραύνω σφίσι σιγῇ φήσας θαυμάζειν, κεκωλῦσθαι γὰρ ὑπὸ τῶν νοσημάτων τὴν βοήν, δεικνυμένων δὲ ἤδη τῶν ἐμῶν ἔκ τε γραμματίων καὶ ἄλλως εἰκός τι παθεῖν ἐδόκουν οὐχὶ θαυμάσας. 18. Κἀν τοῖς εἰρημένοις δὴ τούτοις ἄξιον ἐξετάσαι τὴν θεόν. οὐκοῦν αἱ μὲν νόσοι καὶ τὸ ὥσπερ κὰτ ἐμπορίαν πεπλευκότα χείροσι τῆς ἐλπίδος ὁμιλῆσαι λι- μέσι δόξαν μὲν ἔχουσι θαυμαστήν, πεῖραν δὲ οὐ τοι- αύτην τουτὶ μὲν οὐκ εὐτυχοῦς ἀνθρώπου, τὸ δὲ χει- μῶνι μὲν οὐδὲν χαλεπωτέρῳ θέρους χρήσασθαι πρὸς τὰ πελάγη, γενέσθαι δὲ οὐχ ὥσπερ ἔσπευδον, ἀλλ’ ὡς ἐβεβίαστο, ταυτὶ δὲ δῶρα Τύχης. ἐοίκατε τὸ μὲν τῆς εὐπλοίας δέχεσθαι καὶ κατὰ μέλος εἰρῆσθαι συγχωρεῖν, τὰ δ’ αὖ περὶ τὼ σοφιστὰ ἀλλοκότως εἰρῆσθαι, εἰ δὴ ἅπερ ἠναγκαζόμην, ἐν τούτοις εὐτυχηκέναι φημί. δεῖ δή με λῦσαι τὸ αἴνιγμα, καὶ ἐπὶ τοῦτο εἶμι. 19. Ἀκούων ἔγωγε ἐκ παιδός, ὦ |ἄνδρες, τοὺς τῶν χορῶν ἐν μέσαις ταῖς Ἀθήναις πολέμους καὶ παλά τε καὶ σίδηρον καὶ λίθους καὶ τραύματα γραφάς τε ἐπὶ τούτοις καὶ ἀπολογίας καὶ δίκας ἐπ’ ἐλέγχοις πάντα τε τολμώμενα τοῖς νέοις, ὅπως τὰ πράγματα τοῖς ἡγεμόσιν αἴροιεν, ἀγαθούς τε αὐτοὺς <ἐν> τοῖς ἡγούμην δικαίους τε οὐχ ἧττον τῶν ὑπὲρ τῶν δων τιθεμένων τὰ ὅπλα εὐχόμην τε τοῖς θεοῖς γενέ- σθαι καὶ ἐμαυτῷ τοιαῦτα ἀριστεῦσαι καὶ δραμεῖν μὲν εἰς Πειραιᾶ τε καὶ Σούνιον καὶ τοὺς ἄλλους λιμένας νέων ἐφ’ ἁρπαγῇ τῆς ὁλκάδος ἐκβάντων, δραμεῖν δὲ ὑπὲρ τῆς ἀρπαγῆς αὖθις εἰς Κόρινθον κριθησόμενον, δεῖπνα δὲ δείπνοις συνείροντα ταχὺ τῶν ὄντων ἀνη- λωμένων εἰς δανείσοντα βλέπειν.