Ancient Greek · ~1 min
Chapter 236
Libanius, Oratio I 236
Not analysed yet
τὸ δὲ αἴτιον οὔτε τότε ᾔδειν νῦν τε εὑρεῖν οὐκ ἔχω. πρὸς δὲ τὰς βολὰς βοαὶ μὲν τῶν ὁρώντων |ἦσαν, οἵας ἄν ποιήσειαν ὑπὲρ τοιούτων φόβοι, χεῖρες δὲ ἔδρων οὐδέν, αἰ δὲ τῶν θεῶν καὶ πάνυ, δι’ οὓς ἅπας λίθος μάταιος, τῶν μὲν οὐκ ἐφικνουμένων, τῶν δὲ ὑπερπετομένων.