Ancient Greek
Chapter 237
Libanius, Oratio I 237
Not analysed yet
καί ποτε θέρος μὲν ἦν καὶ μεσημβρία, καὶ ἐκαθήμην ὑφ’ ᾧπερ εἰώθειν κίονι, τῷ Δημοσθένει προσκείμενος, παρῆν δὲ οὐδείς, οὐκ ἐλεύθερος, οὐ δοῦλος. ὁ δὲ ἦλθέ τε ὡς ἐμέ, καὶ ὁ λίθος ἐν τῇ δεξιᾷ. προσελθὼν δὴ ταῖς μεγάλαις θύραις, αἱ <οὐκ> ἐκέκλειντο καὶ δι’ ἦν τἄνδον ἰδεῖν, ἐπειδὴ εἶδεν ἔνδον ὄντα οὐδένα, ἀπῆλθε τὴν αὐτὴν μετὰ τοῦ λίθου, καὶ ταῦτα αὐτὸς ἑώρων οὐ κινηθείς, ὁ δὲ οὐκ ἤνεγκεν ἐπ’ ἐμὲ τὸν ὀφθαλμὸν θεῶν του κεκωλυκότος. ἢ οὐκ ἂν πληγῆς εἰς θάνατον ἐδεήθην δευτέρας, τοσοῦτος ἦν ὁ λίθος.