Ancient Greek
Chapter 238
Libanius, Oratio I 238
Not analysed yet
τὸν τοίνυν ἐκεῖθεν εἰς τήνδε τὴν ὥραν χρόνον δόσιν θεῶν λογίων νομιστέον. ἐφρόντισα μέντοι καὶ τοῦ σωφρονίσαι τὸν ἄνθρωπον, δῆσαί τε αὐτὸν τῷ πατρὶ συμβουλεύσας καὶ μετενεγκεῖν ἐφ’ ὕδωρ ἀπ’ οἴνου, καὶ γὰρ δὴ καὶ ἐπεπύσμην οἴνῳ νοσῆσαι τὸν ἄνθρωπον. 239. Ἀλλ’ ἐπάνειμι δή· τῶν τις |ἐμοὶ πεπλησια- κότων ἀνὴρ ἀεί τινας ἑστιῶν καὶ τούτῳ χαίρων ὤν τέ τις ἐν τῷ μεγάλῳ συνεδρίῳ, κιβδήλοις ὀνείρασιν ἐξαπατηθεὶς ὑπισχνουμένοις τὰ οὐκ ἐσόμενα, γελῶν ἅμα πρὸς πολλούς, ἅττα ἴδοι, ἔλεγε. τοῦτο προιὼν ὁ χρόνος ἐποίησε κίνδυνον. καὶ ἀδικεῖν ἐδόκουν, ὁ μὲν οἷς εἶπεν, ὁ δὲ οἷς ἤκουσεν.