Ancient Greek · ~5 min
Chapter 31
Libanius, Oratio I 31
Not analysed yet
τε- τελεσμένων δὴ τῷ Κρισπίνῳ πάντων ὑπὲρ ὧν με ἀφῖκτο λαβών, πάλιν τε ἦν ἀναστρέφων ἐν τῇ τοῦ Κωνσταντίνου πόλει καὶ καταβὰς εἰς λιμένα τὸν μέ- γαν ἐγὼ μέν, ὅστις Ἀθήναζε πλέοι, περιιὼν ἐπυνθα- νόμην, λαβόμενος δέ μου τοῦ ἱματίου τῶν τις διδα- σκαλῶν, ἴστε αὐτόν, Νικοκλέα λέγω τὸν Λακεδαιμόνιον, οὗτός με ἐπιστρέψας πρὸς ἑαυτόν, οὐ τοῦτόν σε, ἔφη, δεῖ πλεῦσαι τὸν πλοῦν, ἀλλ’ ἕτερον. καὶ τίνα ἄν, ἔφην, ἕτερον ὁ τῶν Ἀθηνῶν γλιχόμενος ἢ τοῦτον πλέοι; ὅτι, ὦ μακάριε, παρ’ ἡμῖν σε, ἔφη, μένοντα χρὴ κυβερνῆσαι τῶν πολλῶν τουτωνὶ καὶ εὐδαιμόνων τοὺς παῖδας. ἔα δὴ τὴν ναῦν καὶ ἐμοὶ πείθου καὶ μήτε σαυτὸν μήτε ἡμᾶς ἀδίκει μηδὲ ἀγαθὰ πολλά τε καὶ μεγάλα προσιόντα φεῦγε μηδ’ ἄρχειν ἐξὸν ἀρξόμενος πλέε· ταυτηνὶ δὲ ἐγώ σοι παραδώσω τὴν βασίλειαν αὔριον, τετταράκοντα νέους, τὰ πρῶτα τῶν τῇδε· ἡ κρηπὶς δὲ εἰ καταβληθείη, πολὺν τὸν ὄλβον ἐπιρρέοντα ὄψει. καὶ διηγεῖτο, ἃ Βημαρχίῳ τῷ σοφιστῇ τελέσειεν ἡ πόλις. ἐδεῖτο δέ μου καταπολεμῆσάι δι’ ἐμοῦ βου- λόμενος ἀνθρώπιον ἐκ Κυζίκου μιαρόν τε καὶ ἀχάρι- στον, δι’ ἐκείνου μὲν τῆς πόλεως μετασχόν, κριοῦ δὲ τροφεῖα κατὰ τὴν παροιμίαν ἐκτῖνον.